Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.84 Dem. 23.87 (English) >>Dem. 23.89

23.86λέγε δὴ τὸν ἐφεξῆς.Νόμος

μηδὲ νόμον ἐπʼ ἀνδρὶ ἐξεῖναι θεῖναι, ἐὰν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσιν Ἀθηναίοις.

ἔστι μὲν οὐκέτι τῶν φονικῶν ὅδʼ νῦν ἀνεγνωσμένος νόμος, ἄνδρες δικασταί, οὐδʼ ὁτιοῦν δʼ ἧττον ἔχει καλῶς, εἴπερ καὶ ἄλλος τις. ὥσπερ γὰρ τῆς ἄλλης πολιτείας ἴσον μέτεστιν ἑκάστῳ, οὕτως ᾤετο δεῖν καὶ τῶν νόμων ἴσον μετέχειν πάντας θεὶς αὐτόν, καὶ διὰ ταῦτʼ ἔγραψενμηδὲ νόμον ἐπʼ ἀνδρὶ ἐξεῖναι θεῖναι, ἐὰν μὴ τὸν αὐτὸν ἐφʼ ἅπασιν Ἀθηναίοις.” ὁπότε τοίνυν τὰ ψηφίσματα δεῖν κατὰ τοὺς νόμους ὁμολογεῖται γράφειν, γράφων ἰδίᾳ τι Χαριδήμῳ τοιοῦτον μὴ πᾶσι καὶ ὑμῖν ἔσται, σαφῶς καὶ παρὰ τοῦτον ἂν εἰρηκὼς εἴη τὸν νόμον. οὐ γὰρ δήπου, μηδὲ νομοθετεῖν ἔξεστιν, ταῦτʼ ἐν ψηφίσματι γράψας τις ἔννομʼ ἂν εἰρηκὼς εἴη.

23.87λέγε τὸν μετὰ ταῦτα νόμον. οὗτοι πάντες εἰσίν;Νόμος

ψήφισμα δὲ μηδὲν μήτε βουλῆς μήτε δήμου νόμου κυριώτερον εἶναι.

κατάθου. Πάνυ μικρὸν ὑπείληφά μοι τὸν λόγον, ἄνδρες δικασταί, καὶ ῥᾴδιον εἶναι περὶ τοῦ παρὰ τοῦτον εἰρῆσθαι τὸν νόμον τὸ ψήφισμα. ὃς γὰρ ὑπαρχόντων τοσούτων νόμων πάντας ὑπερβὰς τούτους γέγραφεν καὶ κατέκλεισʼ ἴδιον πρᾶγμα ψηφίσματι, τοῦτον τί τις ἄλλο ποιεῖν φήσει πλὴν ψήφισμα νόμου κυριώτερον ἀξιοῦν εἶναι;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.84 Dem. 23.87 (English) >>Dem. 23.89

Powered by PhiloLogic